Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.93.2 | Hdt. 8.94.3 (English) | >>Hdt. 8.96.2 |
8.94.1
Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αὐτίκα κατʼ ἀρχάς , ὡς συνέμισγον αἱ νέες , ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα , τὰ ἱστία ἀειράμενον οἴχεσθαι φεύγοντα , ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι .
8.94.2 ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ ἱρὸν Ἀθηναίης Σκιράδος , περιπίπτειν σφι κέλητα θείῃ πομπῇ , τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα , οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι . τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα . ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν , τοὺς ἀπὸ τοῦ κέλητος λέγειν τάδε ·
8.94.3 “Ἀδείμαντε , σὺ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς τοὺς Ἕλληνας · οἱ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ἐπικρατήσαντες τῶν ἐχθρῶν .” ταῦτα λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον , αὖτις τάδε λέγειν , ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνῄσκειν , ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες .
8.94.4 οὕτω δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπʼ ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον . τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων , οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι , ἀλλʼ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι · μαρτυρέει δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς .
ch. 95
8.95.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.93.2 | Hdt. 8.94.3 (English) | >>Hdt. 8.96.2 |